Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
410.Φαλαρκὸς ἱππεύς.(C. 283. F. 326.)
Φαλαρκός τις, ξένας τρίχας τῆι ἑαυτοῦ περιθεὶς κεφαλῆι, ἵππευεν. Ἄνεμος δὲ φυσήσας ἀφεῖλε ταύτας· γέλως δὲ πλατὺς τοὺς παρεστῶτας εἶχε. Κἀκεῖνος εἶπε τοῦ δρόμου παύσας· «τὰς οὐκ ἐμὰς τρίχας τί ξένον φεύγειν με, αἳ καὶ τὸν ἔχοντα ταύτας, μεθ᾿ οὗ καὶ ἐγεννήθησαν, κατέλιπον:»Ὅτι μηδεὶς λυπείσθω ἐπὶ συμφοραῖς ἐπελθούσαις αὐτῶι· ὃ γὰρ γεννηθεὶς οὐκ ἔσχεν ἐκ φύσεως, τοῦτο οὐδὲ παραμένει· γυμνοὶ γὰρ ἤλθομεν οἱ πάντες, γυμνοὶ οὖν ἀπελευσόμεθα. |