Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
406.Ὕαιναι.(C. 282. F. 325.)
Τὰς ὑαίνας φασὶ, παρ ἐνιαυτὸν ἀλλάττειν τὴν φύσιν, καὶ ποτὲ μὲν ἄῤῥενας γίνεσθαι, ποτὲ δὲ θηλείας. Καὶ δή ποτε ἄρσην ὕαινα θηλείαι παρὰ φύσιν διελέχθη· ἡ δὲ ὑποτυχοῦσα ἔφη· «ἀλλ᾿, ὦ οὗτος, μὴ ταῦτα πρᾶττε, ὡς ἐγγὺς τὰ αὐτὰ πεισόμενος.»Πρὸς ἄρχοντας λογοθετοῦντας τοὺς ὑπ᾿ αὐτοὺς, καὶ πάλιν ἐκ τοῦ συμβεκβηκότος αὐτοὺς ὑπ᾿ ἐκείνων λογοθετουμένους. |