BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

403.

Τοξότης καὶ Λέων.

(C. 279 et p. 397. F. 323. B. 1.)

 

νῆλθέ τις εἰς ὄρος τοξικῆς ἔμπειρος κυνηγῆσαι· πάντα δὲ τὰ ζῶα τοῦτον θεασάμενα ἔφυγε, λέων δὲ μόνος προεκαλεῖτο αὐτὸν εἰς μάχην. Ὁ δὲ βέλος πέμψας κα]τὸν λέοντα βαλὼν ἔφη· «δέξαι, καὶ ἴδε τὸν ἐμὸν ἄγγελον, οἷός ἐστι, καὶ τότε κἀγὼ ἐπέρχομαί σοι.» Ὁ δὲ λέων βληθεὶς ὥρμησε φεύγειν. Ἀλώπεκος δὲ τούτωι θαῤῥεῖν καὶ μὴ φεύγειν λεγούσης, ὁ λέων ἔφη· «ὦ αὕτη, οὐδαμῶς με πλανήσεις· ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθηι, οὐκ ἂν ὑποίσω.»

Ὁ μ[θος δηλοῖ, μηδαμῶς πλησιάζειν τοὺς πόῤῥωθεν χαλεπὰ πράττοντες.