Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
400.Τέττιξ καὶ Ἀλώπηξ.(C. 278. F. 322.)
Τέττιξ ἐπί τινος ὑψηλοῦ δένδρου ἦιδεν. Ἀλώπηξ δὲ βουλομένη αὐτὸν καταφαγεῖν, τοιοῦτον ἐπενόησεν. Ἄντικρυς στᾶσα ἐθαύμαζεν αὐτοῦ τὴν εὐφωνίαν, καὶ παρεκάλει καταβῆναι λέγουσα, ὅτι ἐπεθύμει θεάσασθαι, πηλίκον ζῶσαν τηλικαῦτα φυέγγεται. Κἀκεῖνος ὑπονοήας ἀπάτην πρὸς τὴν ἀλώπεκα ἔφη· «ἀλλὰ πεπλάνησαι, ὦ αὕτη, εἰ ὑπέλαβές με καταβήσεσθαι· ἐγὼ γὰρ ἀπ᾿ ἐκείνου ἀλώπεκας φυλάττομαι, ἀφ᾿ οὗ ἐν ἀφοδεύματι ἀλώπεκος πτερὰ τέττιγος ἐθεασάμην.»Ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων τῶν πέλας αἱ συμφοραὶ σωφρονίζουσι. |