Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
190 |
392.Σφῆκες καὶ Πέρδικες καὶ Γεωργός.(C. 52 et p. 307. F. 178. S. 211.)
Σφῆκες καὶ πέρδικες, δίψηι συνεχόμενοι, πρὸς γεωργὸν ἦλθον, παρ᾿ αὐτοῦ αἰτοῦντες πιεῖν, ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος ταύτην τὴν χάριν ἀποδώσειν· οἱ μὲν πέρδικες, σκάπτειν τὰς ἀμπέλους· οἱ δὲ σφῆκες, κύκλωι περιιόντες τοῖς κέντροις ἀποσοβεῖν τοὺς κλέπτας. Ὁ δὲ γεωργὸς ἔφη· «ἀλλ᾿ ἔμοιγέ εἰςι δύο βόες, οἳ μηδὲν ὲπαγγελλόμενοι πάντα ποιοῦσιν· ἄμεινον οὖν ἐστιν ἐκείνοις δοῦναι, ἤπερ ὑμῖν.»Ὁ μῦθος πρὸς ἄνδρας ἐξώλεις, ὠφελεῖν μὲν ἐπαγγελλομένους, βλάπτοντας δὲ μεγάλα. |