BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

390.

Σκύλακες δύο.

(Plut. Apophth. Lacon. p. 225 F. Cf. Cor. 394.)

 

Λυκοῦργος ὁ νομοθέτης βουλόμενος ὲκ τῆς προϋπαρχούσης διαίτης τοὺς πολίτας εἰς σωφρονεστέραν [189] βίου τάξιν μετάγειν, καὶ καλοκαγαθικοὺς ἀπεργάζεσθαι (ἁβροδίαιτοι γὰρ ἦσαν), δύο σκύλακας ἀνέθρεψε τοῦ αὐτοῦ πατρὸς καὶ μητρὸς γενομένους· καὶ γὸν μὲν εἴθισε περὶ λιχνείας, οἴκοι ἐάσας· τὸν δὲ ἐπαγόμενος ἤσκησε περὶ κυνηγέσια. Ἔπειτα ἀγαγὼν εἰς τὴν ἐκκλησίαν, ἔθηκε λεκάνας καὶ λιχνείας τινὰς, ἀφῆκε δὲ καὶ λαγών· ἐπὶ τὰ συνήθη δ᾿ ἑκατέρου ὁρμήσαντος, καὶ θατέρου τὸν λαγὼν χειρωσαμένου, εἶπεν· «ὁρᾶτε, ὦ πολῖται, ὅτι ταὐτοῦ γένους ὑπάρχοντες, ἐν τῆι τοῦ βίου ἀγωγῆι παρὰ πολὺ ἀλλήλων διάφοροι ἀπέβησαν, καὶ ποιητικωτέρα τῆς φύσεως ἡ ἄσκησις πρὸς τὰ καλὰ τυγχάνει.» Τινὲς δέ φασιν, ὡς οὐ παρῆγε σκύλακας, οἵ ἐκ τῶν αὐτῶν γεγονότες ἐτύγχανον, ἀλλ᾿ ὁ μὲν ἐξ οἰκουρῶν, ἕτερος δὲ κυνηγετῶν· κἄπειτα τὸν μὲν ἐκ τοῦ χείρονος γένους πρὸς τὰ κυνηγέσια ἤσκησε, τὸν δὲ ἐκ τοῦ ἀμείινονος περὶ λιχνείας μόνον ἤσκησεν· εἶθ᾿ ἑκατέρου ἐφ᾿ ἃ εἴθιστο ὁρμήσαντος, φανερὸν ποιήσας, ὅσον ἡ ἀγωγὴ πρὸς τὰ ἀμείνω καὶ χείρω συλλαμβάνεται, εἶπεν· «οὐκοῦν καὶ ἡμᾶς, ὦ πολῖται, οὐδὲν ἡ παρὰ τοῖς πολλοῖς θαυμαζομένη εὐγένεια καὶ τὸ ἀφ᾿ Ἡρακλέους εἶναι ὀνίνησιν, εἰ μὴ πράττομεν, δι᾿ ἃ ἐκεῖνος ἁπάντων ἀνθρώπων ἐπιδοξότερον καὶ εὐγενέστερος ἐφάνη, ἀσκούμενοι καὶ μανθάνοντες καλὰ δι᾿ ὅλου τοῦ βίου.»