BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

384.

Ῥόδον καὶ Ἀμάραντον.

(C. 275. F. 321.)

 

όδωι παραφυὲν ἀμάραντον ἔφη πρὸς αὐτὸ· «οἷον ἄνθος εὐπρεπὲς εἶ, ποθητὸν καὶ θεοῖς καὶ ἀνθρώποις· μακαρίζω σε τοῦ κάλλους καὶ τῆς εὐωδίας.» Τὸ δὲ εἶπεν· «ἐγὼ μὲν, ὦ ἀμάραντον, πρὸς ὀλίγον καιρὸν ζῶ, καὶ, κἂν μηδεὶς κόψηι με, τήκομαι· σὺ δὲ ἀνθεῖς ἀεὶ, καὶ ζῆις οὕτω νέον.»

Ὅτι κρεῖσσον ὀλιγαρκούμεονόν τινα διαμένειν, ἢ πρὸς ὀλίγον τρυφήσαντα μεταβολῆς δυστυχοῦς τυχεῖν ἢ καὶ ἀποθανεῖν.