Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
382b.Ἄλλως. Χήρα καὶ Πρόβατον.(C. 288. B. 51.)
Ἐν τόπωι τινὶ χήρα τις εἶχε προβατον. Τούτου δὲ τὸν πόκον λαβεῖν θέλουσα, ἔκειρεν ἀτέχνως, σὺν τῶι μαλλῶι καὶ τὴν σὰρκα ψαλίζουσα. Τὸ δὲ πρόβατον ἀλγοῦν ἔλεγε· «τὶ με βλάπτεις; πόσην γὰρ ὁλκὴν τὸ ἐμὸν αἷμα προσθήσει; Καὶ εἰ μὲν κρεῶν, ὦ δέσποινα, χρήιζεις, μάγειρος ἔστιν, ὃς μὲ συντόμως θύσει· εἰ δ᾿ ἐρίου καὶ πόκου, κουρεὺς ἔστι πάλιν, ὃς καὶ κερεῖ με καὶ σώσει.»Οἱ ἀπειρίαν πράγματός τινος ἔχοντες καὶ διὰ πλεονεξίαν τοῦτο μεταχειριζόμενοι οὐ τοσοῦτον κέρδος, ὅσην βλάβην καρποῦνται. |