Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
369.Πλούσιος καὶ Θρηνωιδοί.(S. 201. C. 122 et p. 325. F. 163.)
Πλούσιος δύο θυγατέρας ἔχων, τῆς μιᾶς ἀποθανούσης, θρηνούσας ἐμισθώσατο. Τῆς δὲ ἑτέρας παιδὸς λαλούσης· «ὦ ἄθλιαι, εἴγε αὐταὶ, ὧν ἐστι τὸ πάθος, θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ μηδὲν προσήκουσαι οὕτω σφοδρῶς κόπτονται καὶ κλαίουσιν,» ἡ μήτηρ ἔφη· «μὴ θαύμαζε, τέκνον, εἰ αὗται οὕτως θρηνοῦσιν· ἐπὶ γὰρ ἀργυρίωι τοῦτο ποιοῦσιν.»Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσιν ἀλλοτρίας συμφορὰς ἐργολαβεῖν. |