BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

364.

Πίθηκος καὶ Ζεύς.

(B. 56.)

 

Ετεκνίης ἔπαθλα πᾶσι τοῖς ζώοις

ὁ Ζεὺς ἔθηκε, πάντα δ᾿ ἔβλεπεν κρίνων.

ἦλθεν δὲ καὶ πίθηκος, ὡς καλὴ μήτηρ

πίθωνα γυμνὸν σιμὸν ἠρομένη κόλποις.

γέλως δ᾿ ἐπ᾿ αὐτῶι τοῖς θεοῖς ἐκινήθη·

ἡ δ᾿ εἶπεν οὕτω· «Ζεὺς μὲν οἶδε τὴν νίκην·

ἐμοὶ δὲ πάντων οὗτός ἐστι καλλίων.»

[Ὁ λόγος δοκεῖ μοι πᾶσι τοῦτο σημαίνειν·

τά γ᾿ αὐτὸς αὑτοῦ πᾶς τις εὐπρεπῆ κρίνει.]