Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
360.Πίθηκοι ὀρχησταί.(C. 355. F. 405. ex Luc. Piscat. 36.)
Λέγεται βασιλεύς τις Αἰγύπτιος πιθήκους ποτὲ πυῤῥιχίζειν διδάξαι· καὶ τὰ θηρία (μιμηλότατα δέ ἐστι τῶν ἀνθρωπίνων) ἐκμαθεῖν τάχιστα καὶ ὀρχεῖσθαι, ἁλουργίδας ἀμπεχόμενα καὶ προσωπεῖα περικείμενα· καὶ μέχρι γε πολλοῦ εὐδοκιμεῖν τὴν θέαν, ἄχρι δή τις θεατὴς ἀστεῖος, κάρυα ὑπὸ κόλπον ἔχων, ἀφῆκεν ἐς τὸ μέσον. Οἱ δὲ πίθηκοι ἰδόντες καὶ ἐκλαθόμενοι τῆς ὀρχήσεως, τοῦθ᾿ ὅπερ ἦσαν, πίθηκοι ἐγένοντο ἀντὶ πυῤῥιχιστῶν, καὶ ξυνέτριβον τὰ προσωπεῖα, καὶ τὴν ἐσθῆτα κατεῤῥήγνυον, καὶ ἐμάχοντο περὶ τῆς ὀπώρας πρὸς ἀλλήλους· τὸ δὲ σύνταγμα τῆς πυῤῥίχης διελέλυτο καὶ κατεγελᾶτο ὑπὸ τοῦ θεάτρου. |