BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

[172]

349b.

Ἄλλως. Υἱὸν καὶ Λέων γεγραμμένος.

(F. 187. C. p. 393. B fragm. 135. ed. L.)

 

Υὸν τις ἔχων μονογενῆ ἀνδρεῖον, εἶδε καθ᾿ ὕπνον ὑπὸ λέοντος θνήσκειν. Ὁ δὲ φοβηθεὶς, μή πως τοὖναρ ἀληθεύσηι, οἴκημα τερπνὸν αὐτῶι κατασκευάσας, ἐζωγράφησε τοὺς τοίχους πρὸς τὴν τέρψιν, ζώοις παντοίοις αὐτοὺς ἐγκαλλωπίσας, ἐν οἷς καὶ λέων ἀπεμορφώθη. Ὡς οὖν ἑώρα τὸν λέοντα ὁ νέος, μᾶλλον κατεῖχεν αὐτὸν ἡ λύπη πλέον, ὃς ἱστάμενος τοῦ λέοντος πλησίον, τούτωι προσεῖπεν· «ὦ κάκιστον θηρίον, διὰ τὸ ὄναρ τὸ ψευδὲς τοῦ πατρός μου, ὃ αὐτὸς ἑώρακεν ἐν ὕπνοις μάτην, προσκατεκλείσθην φρουρᾶι τῆι γυναικείαι· ἆ! τί δέ σοι ἐγὼ ἄρτι ποιήσω;» Ταῦτα αὐτοῦ τῶι λέοντι εἰπόντος, ἐπεξέτεινε τὴν χεῖρα ἐπὶ βάτον, τοῦ λαβεῖν κλάδους καὶ τὸν λέοντα κροῦσαι. Εὐθὺς δὲ σκόλοψ προσκρούσας τῶι δακτύλωι, ἄλγει μεγάλωι ἐφλέγμανε τὸν νέον, καὶ παραυτίκα ἄλαλος κατεκλίθη. Ὑπανάψας δὲ πυρετὸς ἐξαπίνης, θᾶττον ὁ νέος ἐξέλιπε τὸν βίον.

Ὁ μῦθος δηλοῖ, ὅτι ἃ μέλλει συμβῆναί τινι, τούτοις γενναίως ἐγκαρτερείτω, καὶ μὴ κατασοφιζέσθω· οὐ γὰρ ἐκφεύξει.