Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
[171] |
348.Παιδίον ἐσθίον σπλάγχνα.(C. 262 et p. 391. F. 40. S. 47. B. 34.)
Βοῦν τινες ἐπ᾿ ἀγρῶι θύσαντες, τοὺς συγγενεῖς ἐκάλεσαν· ἐν δὲ τούτοις ἦν καὶ γυνὴ πενιχρὰ, μεθ᾿ ἧς καὶ ὁ παῖς. Τὸ δὲ παιδίον, τῶν κρεῶν πλήσας τὴν γαστέρα καὶ ὀδυνώμενος, ἔλεγεν· «ὦ μῆτερ, ἐμῶ τὰ σπλάγχα.» Ἡ δὲ εἶπεν· «οὐχὶ τὰ σὰ, τέκνον, ἃ δὲ κατέφαγες.»Ὁ λόγος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων, ὅταν ἀπαιτηθῆι, οὕτως ἄχθεται, ὡς οἴκοθεν προϊέμενος. |