Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
346.Ὄφις καὶ Καρκίνος.(C. 70. F. 231. S. 192.)
Ὄφις καρκίνωι συνδιηιτᾶτο, ἑταιρείαν πρὸς αὐτὸν ποιησάμενος. Ὁ μὲν οὖν καρκίνος ἁπλοῦς ὢν τὸν τρόπον, μεταβαλέσθαι κἀκείνωι παρήινει τῆς πανουργίας· ὁ δὲ οὐδοτιοῦν ἑαυτὸν παρεῖχε πειθόμενον. Ἐπιτηρήσας δ᾿ ὁ καρκίνος αὐτὸν ὑπνοῦντα, καὶ τοῦ φάρυγγος τῆι χηλῆι λαβόμενος καὶ ὅσον οἷόν τε πιέσας, φονεύει. Τοῦ δ᾿ ὄφεως μετὰ θάνατον ἐκταθέντος, ἐκεῖνος εἶπεν· «οὕτως ἔδει καὶ πρόσθεν εὐθὺν καὶ ἁπλοῦν εἶναι· οὐδὲ γὰρ ἂν ταύτην τὴν δίκην ἔτισας.»Ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς φίλοις σὺν δόλωι προσιόντες αὐτοὶ μᾶλλον βλάπτονται. |