Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
344.Οὐρὰ καὶ Μέλη ὄφεως.(C. 260. F. 313.)
Οὐρά ποτε ὄφεως ἠξίου πρώτη προάγειν καὶ βαδίζειν. Τὰ δὲ λοιπὰ μέλη ἔλεγον· «πῶς χωρὶς ὀμμάτων καὶ ῥινὸς ἡμᾶς ἄξεις, ὡς καὶ τὰ λοιπὰ ζῶα;» Ταύτην δὲ οὐκ ἔπειθον, ἕως τὸ φρονοῦν ἐκινήθη. Ἡ οὐρὰ δὲ ἦρχε καὶ ἦγε, σύρουσα τυφλὴ πᾶν τὸ σῶμα, ἕως εἰς βάραθρον πετρῶν ἐνεχθεῖσα, τὴν ῥάχιν καὶ τὸ σῶμα ἔπληγεν. Σαίνουσα δὲ ἱκέτευε τὴν κεφαλὴν, λέγουσα· «σῶσον ἡμᾶς, εἰ θέλεις, δέσποινα· τῆς κακῆς γὰρ ἔριδος ἐπειράθην.»[170] Ἄνδρας δολίους καὶ κακοὺς καὶ τοῖς δεσπόταις ἐπανισταμένους ὁ λόγος ἐλέγχει. |