BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

[168]

341.

Ὀρνιθοθήρας, Πέρδιξ καὶ Ἀλεκτορίσκος.

(F. 369. C. 413. B.124.)

 

ρνιθοθήραι φίλος ἐπῆλθεν ἐξαίφνης,

μέλλοντι θύμβραν καὶ σέλινα δειπνήσειν.

ὁ δὲ κλωβὸς εἶχεν οὐδέν· οὐ γὰρ ἠγρεύκει.

ὥρμησε δὴ πέρδικα ποικίλον θύσων,

ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν.

ὁ δ᾿ αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι·

«τὸ λοιπὸν» εἶπε «δικτύωι τί ποιήσεις,

ὅταν κυνηγῆις; τίς δέ σοι συναθροίσει

εὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων;

τίνος μελωιδοῦ πρὸς τὸν ἦχον ὑπνώσεις;»

ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτην

ἀλεκτορίσκον συλλαβεῖν ἠβουλήθη.

ὁ δ᾿ ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας·

«πόθεν μαθήσηι πόσσον εἰς ἕω λείπει,

τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσηι

ποτ᾿ ἐννυχεύει χρυσότοξος Ὠρίων;

ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει,

ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων;»

κἀκεῖνος εἶπεν· «οἶδα χρησίμους ὥρας·

ὅμως δὲ δεῖ σχεῖν τὸν φίλον τι δειπνῆσαι.»

Ὅτι τῶι ἀνδρὶ δουλεύειν ἐπιθυμίαις εἰθισμένωι οὐδεὶς λόγος ἰσχυρὸς πρὸς τὸ μὴ πράττειν ἀεὶ τὰ καθ᾿ ἡδονήν.