Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
339.Ὄνου σκιά.(F. 392. C. 320. ex Plut. Vitis X Orat. p. 401.)
Δημοσθένης ὁ ῥήτωρ, λέγειν ποτὲ κωλυόμενος ὑπὸ Ἀθηναίων ἐν ἐκκλησίαι, βραχὺ ἔφη βούλεσθαι πρὸς αὐ[167]τοὺς εἰπεῖν. Τῶν δὲ σιωπησάντων, «Νεανίας» εἶπε «θέρους ὥραι ἐμισθώσατο ἐξ ἄστεως ὄνον Μεγάραδε. Μεσούσης δὲ τῆς ἡμέρας καὶ σφοδρῶς φλέγοντος τοῦ ἡλίου, ἑκάτερος αὐτῶν ἐβούλετο ὑποδύεσθαι ὑπὸ τὴν σκιάν· εἶργον δὲ ἀλλήλους, ὁ μὲν μεμισθωκέναι τὸν ὄνον, οὐ τὴν σκιὰν λέγων, ὁ δὲ μεμισθωμένος τὴν πᾶσαν ἔχειν ἐξουσίαν.» Καὶ ταῦτα εἰπὼν ἀπήιει. Τῶν δὲ Ἀθηναίων ἐπισχόντων καὶ δεομένων πέρας ἐπιθεῖναι τῶι λόγωι, «εἶθ᾿ ὑπὲρ μὲν ὄνου σκιᾶς» ἔφη «βούλεσθε ἀκούειν, λέγοντος δὲ ὑπὲρ σπουδαίων πραγμάτων οὐ βούλεσθε;» |