Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
324b.Ἄλλως.(C. 257.)
Ὄνωι τις ἐπιθεὶς ξόανον ἦγε· πολλοὶ δὲ προσεκύνουν τῶν συναντώντων. Ὁ δὲ ὄνος τυφωθεὶς, νομίζων αὑτὸν προσκυνεῖν τοὺς ἀγροίκους, σκιρτῶν ἤμελλε τὸν θεὸν ῥῖψαι. Ἀλλὰ τοῦτον ξύλωι παίων ὁ δεσπότης εἶπεν· «ὄνος εἶ θεὸν φέρων, ἀλλ᾿ οὐ θεοῖς ὑπάρχεις ὁμότιμος.»Κτηνώδεις ἄνδρας, τετυφωμένους ἐπ᾿ ἀλλοτρίοις, ὁ λόγος ἐλέγχει. |