Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
322.Ὄνος ἅλας βαστάζων.(S. 176. C. 254.)
Ὄνος ἅλας βαστάζων ποταμὸν διήρχετο· ὀλισθήσας δὲ ὡς κατέπεσεν εἰς τὸ ὕδωρ, ἐκτακέντος τοῦ ἁλὸς, κουφότερος ἐξανέστη· εὐφρανθεὶς δὲ ἐπὶ τούτωι, ἐπειδὴ ὕστερόν ποτε σπόγγους ἐμπεφορτισμένος ποταμὸν διέβαινεν, ὠιήθη [δεῖν] ὅτι, ἐὰν πάλιν πέσηι, ἐλαφρότερος διεγερθήσεται· καὶ δὴ ἑκὼν ὠλίσθησε. Συνέβη δ᾿ αὐτῶι, τῶν σπόγγων ἀνασπασάντων τὸ ὕδωρ, μὴ δυναμένωι ἐξανίστασθαι, ἐνταῦθα ἀποπνιγῆναι.Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τὰς ἰδίας ἐπινοίας λανθάνουσι συμφορῶν αἰτίας ἔχοντες. |