BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

320.

Ὄνον ἀγοράζων.

(C. 253. F. 311.)

 

νον τις ἀγοράζειν μέλλων, ἐπὶ δοκιμασίαι καὶ πείραι αὐτὸν ἔλαεν· καὶ εἰσαγαγὼν αὐτὸν ἐπὶ τῆς φάτνης μετὰ τῶν ἰδίων αὑτοῦ ὄνων τοῦτον ἔστησεν. Ὁ δὲ καταλιπὼν τοὺς ἄλλους ἐπὶ τῶι ἀργοτάτωι καὶ ἀδδηφάγωι ἔστη. [καὶ ὃς οὐδὲν ἐποίει.] Δήσας οὖν καὶ ἀπαγαγὼν, τῶι ἰδίωι δεσπότηι τοῦτον περέδωκε. Τοῦ δὲ ἐρωτῶντος, εἰ οὕτω ταχεῖαν αὐτοῦ τὴν δοκιμασίαν ἐποιήσατο, ὑποτυχὼν εἶπεν· «ἀλλ᾿ ἔγωγε οὐδὲ ἐπιδέομαι πείρας· οἶδα γὰρ ὅτι τοιοῦτος, ὁποῖον ἐξ ἁπάντων τὸν συνήθη ἐπελέξατο.»

Ὅτι τοιοῦτος ἕκαστος ὑπολαμβάνεται εἶναι, ὁποίοις ἑταίροις συναναστρέφεται.