BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

315.

Ὁδοιπόρος καὶ Ἑρμῆς.

(S. 173. C. 47 et p. 305. F. 156.)

 

δοιπόρος, πολλὴν ὁδὸν ἀνύων, ηὔξατο, ὧν ἂν εὕρηι, τούτου τὸ ἥμισυ τῶι Ἑρμῆι ἀναθεῖναι. Περιτυχὼν δὲ πήραι, ἐν ἧι ἀμύγδαλά τε ἦσαν καὶ φοίνικες, ταύτην ἀνείλετο, οἰόμενος ἀργύριον εἶναι. Ἐκτινάξας δὲ ὡς εὗρε τὰ ἐνόντα, καταφαγὼν ταῦτα, καὶ λαβὼν τῶν τε ἀμυγδάλων τὰ κελύφη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν, εἰπὼν· «ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐκτὸς ὧν εὗρον, καὶ τὰ ἐντὸς πρὸς σὲ διανενέμηκα.»

Πρὸς ἄνδρα φιλάργυρον, διὰ πλεονεξίαν καὶ θεοὺς κατασοφιζόμενον, ὁ λόγος εὔκαιρος.