Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
313.Ὁδοιπόροι καὶ Πλάτανος.(S. 170. C. 251 et p. 387. F. 129.)
Ὁδοιπόροι δύο θέρους ὥραι περὶ μεσημβρίαν ὑπὸ καύματος τρυχόμενοι, ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ ταύτην καταντήσαντες καὶ ἐν τῆι σκιᾶι κατακλιθέντες ἀνεπαύοντο. Ἀναβλέψαντες δὲ εἰς τὴν πλάτανον ἔλεγον πρὸς ἀλλήλους, ὡς ἀνωφελὲς καὶ ἄκαρπον τοῦτο ἀνθρώποις ἐστὶ τὸ δένδρον. Ἡ δὲ ὑποτυχοῦσα ἔφη· «ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες ἀχρείαν με καὶ ἄκαρπον ἀποκαλεῖτε;»Οὕτω καὶ τῶν ἀνθρώπων τινὲς οὕτω ἀτυχεῖς εἰσιν, [155] ὡς καὶ εὐεργετοῦντες τοὺς πέλας ἐπὶ τῆι χρηστότητι ἀπιστεῖσθαι. |