Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
311.Ὁδοιπόροι καὶ Ἄρκτος.(C. 249. F. 57. S. 65.)
Δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. Ἄρκτου δὲ αὐτοῖς ἐπιφανείσης, ὁ μὲν εἷς φθάσας ἀνέβη ἐπί τι δένδρον καὶ ἐνταῦθα ἐκρύπτετο· ὁ δὲ ἕτερος, μέλλων [154] περικατάληπτος γίνεσθαι, πεσὼν ἐπὶ τοῦ ἐδάφους ἑαυτὸν νεκρὸν προσεποιεῖτο. Τῆς δὲ ἄρκτου προσενεγκούσης αὐτῶι τὸ ῥύγχος περιοσφραινομένης, τὰς ἀναπνοὰς συνεῖχε· φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὸ ζῶον. Ἀπαλλαγείσης δὲ, ὁ ἀπὸ τοῦ δένδρου καταβὰς ἐπυνθάνετο τοῦ ἑτέρου, τί ἡ ἄρκτος πρὸς τὸ οὖς εἰρήκει. Ὁ δὲ εἶπε, τοῦ λοιποῦ τοιούτοις μὴ συνοδοιπορεῖν φίλοις, οἳ ἐν κινδύνοις οὐ παραμένουσιν.Ὁ λόγος δηλοῖ, ὅτι τοὺς γνησίους τῶν φίλων αἱ συμφοραὶ δοκιμάζουσιν. |