Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
308b.Ἄλλως.(C. 44.)
Γεωργόν φασι παρὰ ποταμὸν βαδίζοντα ἀποβαλεῖν ἀξίνην· κατοικτείραντα δὲ τὸν ποταμὸν ἀνεῖναι αὐτῶι ἀργυρᾶν. Τοῦ δὲ φήσαντος, οὐκ εἶναι ταύτην αὑτοῦ, ἀνεῖναι αὖθις χρυσῆν. Ἀρνησαμένου δὲ καὶ ταύτην, τὸν ποταμὸν τὴν ἰδίαν αὐτῶι ἀναδοῦναι, καὶ τὰς ἄλλας δωρήσασθαι, ἀγασθέντα αὐτὸν τῆς δικαιοσύνης. Ἕτερον δὲ γεωργὸν, βουλόμενον τῶν αὐτῶν τυχεῖν, ἑκόντα καταβαλεῖν τὴν ἀξίνην ἐν τῶι αὐτῶι ποταμῶι. Τὸν δὲ ποταμὸν οὐδὲ τὴν ἰδίαν αὐτῶι ἀναπέμψαι. Τὸν δὲ πρό[153]τερον γεωργὸν παρατυχόντα εἰπεῖν πρὸς αὐτόν· «οὐκ ἀεὶ ποταμὸς ἀξίνας φέρει.» |