Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
283.Λύκος καὶ Ποιμήν.(F. 105. C. 236 et p. 381.)
Λύκος, ἀκολουθῶν ποίμνηι προβάτων, οὐδὲν ἠδίκει. Ὁ δὲ ποιμὴν κατ᾿ ἀρχὰς μὲν ἐφυλάττετο αὐτὸν ὡς πολέμιον, καὶ δεδοικὼς παρετηρεῖτο. Ἐπεὶ δὲ συνεχῶς ἐκεῖνος παρεπόμενος ούδ᾿ ἀρχὴν ἁρπάζειν ἐπεχείρει, τὸ τηνικαῦτα ἐννοήσας φύλακα μᾶλλον αὐτὸν εἶναι ἢ ἐπίβουλον, ἐπειδὴ χρεία τις κατέλαβεν εἰς ἄστυ [139] παραγενέσθαι, καταλιπὼν παρ᾿ αὐτῶι τὰ προβατα ἀπηλλάγη. Καὶ ὃς καιρὸν ἔχειν ὑπολαβὼν τὰ πλείω διέφθειρεν. Ὁ δὲ πομὴν ἐπανελθὼν καὶ θεασάμενος τὴν ποίμνην διεφθαρμένην, ἕφη· «ἀλλ᾿ ἐγὼ δίκαια πέπονθα· τί γὰρ λύκωι προβατα ἐπίστευον;»Οὕτως καὶ τῶν ἀνθρώπων οἱ τοῖς φιλαργύροις καὶ πλεονέκταις τὰς παρακαταθήκας ἐγχειρίζοντες εἰκότως ἀποστεροῦνται. |