BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

279b.

Ἄλλως. Λύκος, Ἀρνίον καὶ Λέων.

(F. 362. C. p. 379.)

 

Λύκος δήποτε ἄρας ἀρνίον ἐκ ποίμνης ἀπεκόμιζεν εἰς τὴν ἰδίαν κοίτην· λέων δὲ τούτωι ἐξαίφνης συναντήσας, ἦρεν ἐξ αὐτοῦ τὸ ἀρνίον. Στὰς δὲ πόῤῥωθεν πρὸς αὐτὸν ταῦτα λέγει· «ἵνα τί, ἄναξ, ἐξ ἐμοῦ τοῦτο ἦρας; πῶς δὲ οὐ τηρεῖς τοὺς θεσμοὺς τοὺς ἀρχαίους, τοῦ μὴ τυραννεῖν χειρὶ δυνατωτάτηι, ἀλλὰ πάντοτε ἐκδικεῖν τοῖς ἀπόροις;» Ὁ δὲ γελάσας πρὸς αὐτὸν ταῦτα λέγει· «σὺ δὲ, ὦ λύκε, δικαίως τοῦτ᾿ ἂν ἔσχες, εἴ τις τῶν φίλων αὐτὸ κεχάρικέ σοι.»

Πρὸς πλεονέκτας καὶ ἅρπαγας τοὺς μεμφομένους ἀλλήλοις ὁ μῦθος.