Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
240b.Ἄλλως. Λέαινα.(F. 189. C. p. 372.)
Στάσις ἦλθε πᾶσι τοῖς τετραπόδοις, καύχημα κατέχουσα εἰς παίδων πλήθη. Καὶ δὴ ἔφασκον τῆι λεαίνηι βοῶντες· «εἰπὲ καὶ σὺ τὸ, πόσους παῖδας τίκτεις;» Ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει· «σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάνυ.»Ὁ μῦθος δηλοῖ, ὅτι κρείσσων εἷς ῥώμηι σώματος καὶ ἀνδρείαι καὶ φρονήσει, ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες. |