BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

231.

Κύων καὶ Λύκος.

(C. 35 et p. 296. F. 86. S. 133.)

 

Κύων πρὸ ἐπαύλεώς τινος ἐκάθευδε. Λύκου δ᾿ ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θύσειν αὐτὸν, ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι. «Νῦν μὲν γὰρ» φησὶ «λεπτός εἰμι καὶ ἰσχνός· ἂν δὲ μικρὸν ἀναμείνηις, μέλλουσιν οἱ ἐμοὶ δεσόται ποιήσειν γάμους, κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι, καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι.» Ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε· μεθ᾿ ἡμέρας δ᾿ ἐπανελθὼν εὗρεν ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα, καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει, ὑπομιμνήσκων αὐτὸν τῶν συνθηκῶν. Καὶ ὁ κύων· «ἀλλ᾿, ὦ λύκε, εἰ τὸ ἀπὸ τοῦδε πρὸ τῆς ἐπαύλεώς με ἴδοις καθεύδοντα, μηκέτι γάμους ἀναμείνηις.»

Ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες συθῶσι, διὰ βίου τοῦτο φυλάττονται.