Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
217.Κύνες δύο.(S. 93. C. 92.)
Ἔχων τις δύο κύνας, τὸν μὲν θηρεύειν ἐδίδαξε, τὸν δὲ οἰκυρὸν ἐποίησε. Καὶ δὴ, εἴ ποτε ὁ θηρευτικὸς ἐξιὼν πρὸς ἄγραν συνελάμβανέ τι, ἐκ τούτου μέρος καὶ τῶι ἑτέρωι παρέβαλλεν. Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ, καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴγε αὐτὸς μὲν [108] ἐξιὼν διόλου μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς ἑαυτοῦ πόνοις ἐντρυφᾶι, ἐκεῖνος ἔφη πρὸς αὐτόν· «ἀλλὰ μὴ ἐμὲ μέμφου, τὸν δεσπότην δὲ, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλ᾿ ἀλλοτρίους πόνους ἐσθίειν.»Οὕτω καὶ τῶν παίδων οἱ ῥάιθυμοι οὐ μεμπτέοι εἰσὶν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἀγάγωσιν. |