Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
[105] |
210.Κορυδαλλὸς καὶ Γεωργός.(F. 379. C. 421. B. 88.)
Κορυδαλὸς ἦν τις ἐν χλόηι νεοσσεύων,ὁ τῶι χαραδριῶι πρὸς τὸν ὄρθρον ἀντάιδων,ὃς παῖδας εἶχε ληίου κόμηι θρέψαςλοφῶντας ἤδη καὶ πτεροῖσιν ἀκμαίους.ὁ δὲ τῆς ἀρούρης δεσπότης ἐποπτεύων,ὡς ξηρὸν εἶδε τὸ θέρος, εἶπε· «νῦν ὥρηπαντας λαβεῖν μοι τοὺς φίλους, ἵν᾿ ἀμήσω.»καί τις κορηδαλοῦ τῶν λοφηφόρων παίδωνἤκουσεν αὐτοῦ τῶι τε πατρὶ μηνύει,σκοπεῖν κελεύσων ποῦ σφέας μεταστήσει.ὁ δ᾿ εἶπεν· «οὔπω καιρός ἐστι νῦν φεύγειν·ὃς γὰρ φίλοις πέποιθεν οὐκ ἄγαν σπεύδει.»ὡς δ᾿ αὖθις ἐλθὼν ἡλίου δ᾿ ὑπ᾿ ἀκτίνωνἤδη ῥέοντα τὸν στάχυν θεωρήσας,μισθὸν δὲ πᾶσι δραγματηφόροις δώσεινεἶπεν, κορυδαλὸς παισὶ νηπίοις οὕτως·«νῦν ἔστιν ὥρη, παῖδες, ἀλλαχοῦ φεύγειν,ὅτ᾿ αὐτὸς αὑτῶι κοὐ φίλοισι πιστεύει.»Ὁ μῦθος διδάσκει ἡμᾶς ἐμιμελεῖσθαι τῶν οἰκείων, ὅση δύναμις, καὶ μὴ καταφρονεῖν, θαῤῥοῦντας ταῖς τῶν φίλων συνδρομαῖς. |