Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
191.b.Ἄλλως. Ἀνὴρ καὶ Κηπουρός.(C. 380. F. 341.)
Ἀνήρ τις κηπουρόν τινα θεασάμενος τῶν λαχάνων ἀρδείαν ποιούμενον, ἔφη πρὸς αὐτόν· «πῶς τὰ μὲν ἄγρια φυτὰ, μήτε φυυτευόμενα μήτε ἐργαζόμενα, ὡραῖα πεφύκασι, τὰ δὲ τῆς ὑμῶν φυτηκομίας πολλάκις ξηραίνεται;» Ὁ δὲ κηπουρὸς ἀντέφησεν, «ὡς τὰ ἄγρια τῶν φυτῶν μόνηι τῆι θείαι προνοίαι ἐφορᾶται, τὰ δὲ ἥμερα ὑπὸ χειρὸς ἀνθρωπίνης ἐπιμελεῖται.»Ὁ λόγος δηλοῖ, ὡς κρείττων ἡ τῶν μητέρων ἀνατροφὴ πέφυκε τῆς τῶν μηρυιῶν ἐπιμελείας. |