Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
179c.Ἄλλως. Δένδρα καὶ Κάλαμοι.(S. 213. F. 180. C. p. 341.)
Τὰ δένδρα ποτὲ κατεασσόμενα ὑπὸ τῶν ἀνέμων, ὡς ἑώρων τοὺς καλάμους ἀσινεῖς διαμένοντας, ἐπυνθάνοντο αὐτῶν, πῶς καὶ τίνι τρόπωι αὐτὰ μὲν, ἰσχυρὰ [92] καὶ ἐμβριθῆ ὄντα, οὕτως κατακλᾶται, οἱ δὲ, λεπτοὶ καὶ ἀσθενεῖς ὄντες, οὐδὲν πάσχουσι. Κἀκεῖνοι ἔφασαν· «ὅτι ἡμεῖς συνειδότες ἑαυτοῖς ἀσθένειαν εἴκομεν τῆι τῶν ἀνέμων προσολῆι, καὶ οὕτως τὰς ὁρμὰς ἐκκλίνομεν· ὑμεῖς δὲ, πεποιθότες τῆι ἰδίαι δυνάμει, ἀντιστῆναι πειρᾶσθε, καὶ διὰ τοῦτο κατεάσσεσθε.»Ὁ λόγος δηλοῖ, ὅτι πρὸς τὰ χαλεπὰ τῶν πραγμάτων τὸ εἴκειν τοῦ ἀντιτάσσεσθαι ἀσφαλέστερόν ἐστι. |