BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

175b.

Ἄλλως.

(C. 313. ex Cononis Narrat. 42.)

 

Γέλων ὁ Σικελιώτης τυραννίδι ἐπιθέσθαι διανοούμενος Ἱμεραίων ἐθεράπευε τὸν δῆμον, καὶ κατὰ τῶν δυνατῶν ὑπερεμάχει· καὶ αὐτὸν ἠγάπα τὸ πλῆθος, καὶ φυλακὴν τοῦ σώματος αἰτοῦντι ὡρμᾶτο διδόναι. Στησίχορος δ᾿ ὁ Ἱμεραῖος ποιητὴς ὑποτοπήσας ἐπιχειρεῖν [89] αὐτὸν τυραννίδι, στὰς αἶνον ἔλεξεν εἰς πλῆθος, εἰκόνα τοῦ μέλλοντος πάθους. «Ἵππος» φησὶ «νεμόμενος ἐφοίτα πιούμενος ἐπὶ κρήνην, ἔλαφος δὲ τὸ πεδίον διαθέουσα τήν τε πόαν κατέστειβε καὶ τὸ νᾶμα ἐτάραττε. Καὶ ὁ ἵππος ποθῶν τὴν ἀδικοῦσαν τιμωρῆσαι, τάχει δὲ ποδῶν λειπόμενος, ἄνδρα κυνηγέτην βοηθὸν ἐκάλει· ὁ δὲ, εἰ χαλινὸν δέξοιτο καὶ ἀναβάτην, ῥᾶιστα ἀμύνειν αὐτῶι ὑπισχνεῖτο. Καὶ ἐγίνετο οὕτως. Καὶ ἡ μὲν ἔλαφος ἀκοντίοις ἔκειτο βληθεῖσα, ὁ δ᾿ ἵππος ἤισθετο δεδουλωμένος τῶι κυνηγέτηι.» «Τοῦτ᾿» ἔφη «δέδοικα καὶ αὐτὸς, ὦ Ἱμεραῖοι, μὴ νῦν δῆμος ὄντες τῶν ἐχθρῶν μὲν διὰ Γέλωνος περιγένησθε, αὐτοὶ δ᾿ ὕστερον Γέλωνι δουλεύσητε· φιλεῖν γὰρ ἅπασαν δύναμιν τῶι λαβόντι ἐπὶ τὸν δόντα εἶναι, ὅταν, ὥσπερ δοῦναι αὐτὴν, μηκέτι ἐκ τοῦ ὁμοίου κομίσασθαι ἔχηι.»