Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
174b.Ἄλλως. Ἵππος καὶ Μυλωρός.(C. 193. B. 206.)
Ἵππον ἐλύπει τὸ γῆρας, καὶ μυλῶνα ἀντὶ μάχης ἐλάμβανεν. Ὡς δὲ ἀλήθειν ἀντὶ τοῦ πολεμεῖν ἠναγκά[88]ζετο, τὴν παροῦσαν ἐδάκρυε τύχην, τῆς δὲ πρώτης ἐμέμνητο «ἐμοὶ» λέγων, «ὦ μυλωρὲ, στρατεύεσθαι μὲν ὑπῆρχε πρότερον, κόσμος δὲ παντὶ περιέκειτο τῶι σώματι, καὶ θεραπεύων παρηλοκούθει τις ἄνθρωπος· νῦν δὲ οὐκ οἶδ᾿ ὅ,τι παθὼν ἀντιλαμβάνω τὸν μυλῶνα τῆς μάχης. Καὶ ὁ μυλωρὸς πρὸς αὐτὸν «ἐπίσχες» ἔφη «τὰ παλαιὰ θρυλλῶν· ἡ τύχη γὰρ θνητοῖς τὴν ἐφ᾿ ἑκάτερα φέρειν οἶδε μεταβολήν.» |