BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

173.

Ἵππος, Βοῦς, Κύων καὶ Ἄνθρωπος.

(C. 194. F. 278. B. 74.)

 

ππος καὶ βοῦς καὶ κύων, ὑπὸ ψύχους στενούμενοι, ἦλθον εἰς ἀνθρώπου τινὸς οἰκίαν. Ὁ δὲ δεξάμενος αὐτοὺς καὶ πῦρ ἀνάψας ἔθαλψε. Καὶ τῶι μὲν ἵππωι κριθὰς παρετίθει, τῶι δὲ ταύρωι ἄχυρα, τῶι δὲ κυνὶ τὰ ἐπὶ τῆς τραπέζης ἐδίδου. Διὰ δὲ τὴν τοιαύτην φιλοξενίαν ἀντημείψατο αὐτῶι χάριτας, μερίσαντες καὶ χαρισάμενοι αὐτῶι τῶν ἐτῶν ἀφ᾿ ὧν ἔζων. Καὶ ὁ μὲν ἵππος εὐθὺς τοὺς πρώτους χρόνους· διὰ τοῦτο ἕκαστος θερμὸς καὶ γαῦρός ἐστι τῆι γνώμηι. Ὁ δὲ βοῦς μετ᾿ αὐτὸν τοὺς μέσους χρόνους· διὰ τοῦτο μοχθηρὸς καὶ φιλεργός ἐστι πλοῦτον ἀθροίζων. Τρίτον δὲ ὁ κύων τοὺς τελευταίους χρόνους· διὰ τοῦτο πᾶς γηράσκων δύσκολός ἐστι τῆι γνώμηι, καὶ τὸν διδόντα μόνον τροφὴν ἀγαπᾶι καὶ σαίνει καὶ ἐπιχαίρει, τοῖς δὲ μὴ διδοῦσι καθυλακτεῖ καὶ καθάπτεται.

Ὅτι τινὲς τῶν ἀνθρώπων, φαῦλοι ὄντες καὶ κακοὶ, μόνους εἰώθασι φιλεῖν τοὺς διατρέφοντας αὐτούς.