BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

171.

Ἰξευτὴς καὶ Ἀσπίς.

(S. 114. C. 32. F. 225.)

 

ξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν ἐπ᾿ ἄγραν· θεασάμενος δὲ κίχλαν ἐπί τινος ὑψηλοῦ δένδρου καθημένην, ταύτην συλλαβεῖν ἠβουλήθη. Καὶ δὴ ἀνάψας εἰς μῆκος τοὺς καλάμους, ἀτενὲς ἔβλεπεν, ὅλος ὢν πρὸς τῶι ἀέρι τὸν νοῦν. Τοῦτον δὲ τὸν τρόπον ἄνω νεύων ἔλαθεν ἀσπίδα πρὸ τῶν ἑαυτοῦ ποδῶν κοιμωμένην πατήσας, ἥτις ἐπιστραφεῖσα ἔπληξεν αὐτόν· ὁ δὲ λειποψυχῶν ἔφη πρὸς ἑαυτόν· «ἄθλιος ἔγωγε, ὃς ἕτερον θηρεῦσαι βουλόμενος, ἔλαθον αὐτὸς ἀγρευθεὶς εἰς θάνατον.»

[86] Οὕτως οἱ τοῖς πέλας ἐπιβουλὰς ῥάπτοντες φθάνουσιν αὐτοὶ συμφοραῖς περιπίπτοντες.