BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

163.

Θηρευτὴς καὶ Ἱππεύς.

(C. 352. F. 345.)

 

νήρ τις θηρευτὴς, λαγωὸν κατασχὼν καὶ τοῦτον ἐπιφερόμενος, τῆς ὁδοιπορίας εἴχετο, καί τινι προσυπαντηθεὶς ἐφίππωι ἀνδρὶ, ἐζητεῖτο παρ᾿ αὐτοῦ τὸν λαγωὸν, προσχήματι ἀπεμπολήσεως. Λαβὼν τοίνυν ὁ ἱππεὺς τὸν λαγωὸν ἀπὸ τοῦ θηρευτοῦ, εὐθὺς δρομαῖος ὤιχετο· ὁ δὲ θηρευτὴς κατόπιν αὐτοῦ τρέχων, φθάσαι αὐτὸν δῆθεν ἐδόκει. Τοῦ δὲ ἱππέως ἐκ πολλοῦ τοῦ διαστήματος μακρὰν ἐκείνου ἀπέχοντος, ὁ θηρευτὴς καὶ [82] ἄκων φωνεῖ πρὸς αὐτὸν καί φησιν· «ἄπιθι λοιπόν· ἐγὼ γὰρ ἤδη τὸν λαγωὸν ἐδωρησάμην σοι.»

Ὁ μῦθος δηλοῖ, ὡς πολλοὶ ἀκουσίως τὰ ἴδια ἀφαιρούμενοι, προσποιοῦνται δῆθεν ἑκοντὶ ταῦτα δεδωκέναι.