Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
150.Ζεὺς καὶ Ἄνθρωποι.(S. 107.)
Ζεὺς πλασας ἀνθρώπους ἐκέλευσεν Ἑρμῆι νοῦν αὐτοῖς ἐγχέαι· κἀκεῖνος μέτρον ἴσον ποιήσας ἑκάστωι ἐνέχεε. Συνέβη οὖν τοὺς μὲν μικροφυεῖς πληρωθέντας [73] τοῦ μέτρου φρονίμως γενέσθαι, τοὺς δὲ μακροὺς, ἅτε μὴ ἐφικομένου τοῦ ποτοῦ μηδὲ εἰς πᾶν τὸ σῶμα, ἀλλὰ μέχρι γονάτων, ἀφρονεστέρους γενέσθαι.Πρὸς ἄνδρα εὐμεγέθη τῶι σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον ὁ λόγος εὔκαιρος. |