BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

144.

Ἐχθροί.

(S. 68. F. 58. C. p. 294.)

 

Δύο ἐχθροὶ ἐν μιᾶι νηῒ ἔπλεον· βουλόμενοι δ᾿ ἀλλήλων πολὺ διεζεῦχθαι, ὥρμησαν ὁ μὲν ἐπὶ τὴν πρώραν, ὁ δὲ ἐπὶ τὴν πρύμναν, καὶ ἐνταῦθα ἔμενον. Χειμῶνος δὲ σφοδροῦ καταλαβόντος, καὶ τῆς νεὼς περιτρεπομένης, ὁ ἐν τῆι πρύμνηι ἐπυνθάνετό τινος, περὶ ποῖον μέρος καταδύεται τὸ σκάφος πρῶτον κινδθνεῦον· τοῦ δὲ εἰπόντος «κατὰ τὴν πρώραν,» ἔφη· « ἀλλ᾿ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατός ἐστιν, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου προαποπνιγόμενον.»

Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς ἐχθροὺς δυσμένειαν αἱροῦνται καὶ αὐτοὶ τὸ δεινὸν πάσχειν, χάριν τοῦ κἀκείνους ὁρᾶν δυστυχήσαντας.