BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

142.

Ἔρως ἐν ἀνθρώποις.

(C. 396. F. 406. ex Himerii Soph. X, c. 6.)

 

τε τοὺς ἀνθρώπους ὁ Ζεὺς ἐγέννησεν, τὰ μὲν ἄλλα πάντα εἶχον, ὡς νῦν κεκόσμηνται, Ἔρως δὲ οὔπω ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐγκατωικίζετο, ἀλλ᾿ ἔχων ἔτι τὸ πτερὸν ὁ θεὸς οὗτος μετάρσιον, οὐρανῶι τε ἐνωμίλει καὶ εἰς θεοὺς μόνους ἐτόξευεν. Δείσας δὲ μὴ αὐτῶι ἀφανισθῆι τῶν ποιημάτων τὸ κάλλιστον, Ἔρωτα πέμπει τοῦ τῶν ἀνθρώπων γένους ἐσόμενον φύλακα. Ὁ δὲ ταύτην ἐκ Διὸς τὴν ἐπιτροπὴν λαβὼν, τὸ μὲν ἁπάσαις ψυχαῖς ἐγκατοικίζεσθαι, ἢ πᾶν ἐπίσης ἦθος νεοτελές τε καὶ βέβηλον ἔχειν τέμενος, οὐκ ἐδοκίμαζεν· ἀλλὰ τὰς μὲν πολλὰς καὶ ἀγελαίους ψυχὰς ταῖς πανδήμοις Ἔρωσι, τοῖς τῶν νυμφῶν παισὶ, ποιμαίνειν ἀπένεμεν, αὐτὸς δὲ ταῖς θείαις καὶ οὐρανίαις ψυχαῖς ἐνωικίσατο, καὶ ταύτας ἀναβάκχεύων ἐπὶ μανίαν ἐρωτικὴν, μυρία ἀγαθὰ τὸ τῶν ἀνθρώπων γένος εἰργάσατο. Ὅταν μὲν οὖν ἴδηις τινὰ βραδύν τε τὴν φύσιν καὶ πρὸς φιλίαν δυσκίνητον, νόησον, ὅτι τῶν Ἔρωτος ἐκείνου ξενίων οὐδαμῶς οὗτος ἠξίωται· ὅταν δὲ ὀξὺν καὶ θερμὸν τὴν γνώμην, καὶ φλογὸς δίκην ἐπ᾿ ἐρωτικὴν φιλίαν ἄιττοντα, νόησον τοῦτο εἶναι ἐκείνου ξένιον τοῦ Ἔρωτος.