Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
134.Ἔριφος καὶ Λύκος.(S. 98. C. 94 et p. 318. F. 74.)
Ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῶι λύκωι· «πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι· ἀλλ᾿ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσομαι.» Αὐλοῦντος δὲ τοῦ λύκου καὶ τοῦ ἐρίφου ὀρχουμένου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες τὸν λύκον ἐδίωκον· ὁ δὲ ἐπιστραφεὶς λέγει τῶι ἐρίφωι· «ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρ με, μακελλάριον ὄντα, αὐλητὴν μὴ μιμεῖσθαι.»Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται. |