Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
123b.Ἄλλως. Πεύκη.(F. 174. C. p. 363.)
Πρίσται δήποτε κατέσχιζον τὴν πεύκην, σφῆνας ἐξ αὐτῆς [οἱ τέκτονες] ποιοῦντες, οἷς καὶ ῥαιδίως κατέσχιζον σανίδας. Ἡ δὲ ἐθρήνει ὀλολύζουσα οὕτως· «οὐ τοσοῦτον νῦν μέμφομαι τὴν ἀξίνην, τὴν κόπτουσάν με ταῖς χερσὶν τῶν ἀνθρώπων, ὡς τοὺς ἐξ ἐμοῦ σφῆνας γεγενημένους.»Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων ἐν συμφοραῖς περιπίπτουσι παρὰ τῶν ξένων· ἐκ δὲ τῶν ἰδίων ἐάν τι συμβῆι μικρὸν αὐτοῖς λυπηρὸν, χεῖρον καὶ βαρύτερον αὐτοῖς καταφαίνεται. |