Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
112.Γυνὴ μάγος.(S. 46.)
Γυνὴ μάγος ἐπωιδὰς θείων μηνιμάτων ἐπαγγελλομένη διετέλει πολλὰ ποιοῦσα, κἀκ τούτου οὐ μικρὸν βίον πορίζουσα. Ἐπὶ τούτωι γραψάμενοί τινες αὐτὴν ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα εἰς δίκην ὑπήγαγον, καὶ κατηγορήσαντες κατεδίκασαν αὐτὴν ἐπὶ θανάτωι. Θεασάμενος δέ τις αὐτὴν ἐκ τῶν δικαστηρίων, ἔφη αὐτῆι· «ἡ τὰς δαιμόνων ὀργὰς τρέπειν ἐπαγγελλομένη πῶς οὐδὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης;»Τούτωι τῶι λόγωι χρήσαιτο ἄν τις πρὸς γυναῖκα πλάνον, ἥτις τὰ μείζονα κατεπαγγελλομένη τοῖς μετρίοις ἀδύνατος ἀπελέγχεται. |