BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

109.

Γυνὴ καὶ Γεωργός.

(C. 343. F. 412.)

 

Γυνή τις, προσφάτως τὸν ἑαυτῆς ἄνδρα θάψασα, καθ᾿ ἡμέραν ἀπιοῦσα πρὸς τὸ μνημεῖον ἐθρήνει. Ἀροτριῶν δέ τις οὐ πόῤῥω τοῦ μνήματος εἰς ἐπιθυμίαν ἧκε τῆς γυναικός, καὶ καταλιπὼν τοὺς βόας ἦλθε καὶ αὐτὸς πρὸς τὸ μνῆμα, καὶ καθίσας συνεθρήνει τῆι γυναικί. Τῆς δὲ πυθομένης, τί δήποτε καὶ αὐτὸς οὕτως ὀδύρεται; «ὅτι κἀγὼ» φησὶν «εὐπρεπῆ γυναῖκα κατώρυξα, καὶ, ἐπειδὰν κλαύσω, τῆς λύπης κουφίζομαι.» Ἡ δὲ «κἀμοὶ τοῦτ᾿ αὐτὸ προσγίνεται.» Κἀκεῖνος· «εἰ τοίνυν τοῖς αὐτοῖς περιπεπτώκαμεν πάθεσι, τί δήποτε ἀλλήλοις μὴ σύνεσμεν; ἐγώ τε γὰρ φιλήσω σε ὡς ἐκείνην, κἀμὲ σὺ πάλιν ὡς τὸν σαυτῆς ἄνδρα.» Ταῦτα ἔπεισε τὴν γυναῖκα, καὶ δὴ συνῆλθον. Ἐν τούτωι δὲ κλέπτης ἐλθὼν καὶ τοὺς βόας λύσας ἀπήλασεν. Ὁ δὲ ἐπανελθὼν καὶ τοὺς βόας μὴ εὑρηκὼς, κόπτεσθαί τε καὶ οἰμώζειν ἰσχυρῶς ἐνεστήσατο. Ἐλθοῦσα δὲ καὶ ἡ γυνὴ καὶ ὀλοφυρόμενον εὑροῦσα, φησί «πάλιν κλαίεις;» κἀκεῖνος «νῦν» εἶπεν «ἐπ᾿ ἀληθείας κλαίω.»