Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
89.Γαλῆ συλληφθεῖσα.(F. 355. C. p. 265. B. 27.)
Γαλῆν δόλωι τις συλλαβών τε καὶ δήσαςἔπνιγε βάλλων ὑδάτων συναγκείαι.τῆς δ᾿ αὖ λεγούσης «ὡς κακὴν χάριν τίνειςὧν σ᾿ ὠφέλουν, θηρῶσα μῦς τε καὶ σαύρας,»«ἐπιμαρτυρῶ σοι» φησίν· «ἀλλὰ καὶ πάσαςἔπνιγες ὄρνεις, πάντα δ᾿ οἶκον ἠρήμους,κρεῶν (δ᾿) ἀνέωιγες ἄγγος, ὥστε τεθνήξηι,βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσ᾿ ἡμᾶς.»Πρὸς τοὺς μετρίως μὲν ὠφελοῦντας, βλάπτοντας δὲ τὰ μεγάλα, εὔκαιρός ἐστιν ὁ λόγος. |