BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

[43]

87.

Γαλῆ μέλαινα.

(Ex Nicephori Gregorae hist. Byzant. VII, 1. p. 216. ed. Schop.)

 

ν τις ἀνὴρ τὴν τέχνην σκυτεὺς γαλῆν ἔχων τὸ χρῶμα λευκὴν, ἣ τῶν κατ᾿ οἶκον μυῶν καθ᾿ ἡμέραν ἐθήρευεν ἕνα. Αὕτη λαθοῦσά ποτε κατὰ μέσην κρημνίζεται τὴν λεκάνην, ἐν ἧι τὸ τὰ σκύτη μελαῖνον ὁ σκυτεὺς ἐκεῖνος εἶχεν ὑγρὸν, καὶ μόλις ἐκεῖθεν ἄνεισι μέλαν ἔχουσα χρῶμα. Ἔδοξεν οὖν τοῖς μυσὶν, ἐκείνην ἴσως μηκέτι κρεωφαγεῖν ἐθελήσειν εἰς μοναδικὸν ἑαυτὴν μεταμείψασαν σχῆμα. Ὅθεν καὶ ἀδεῶς ἑαυτοὺς ἐς τὸ ἔδος ἐφηπλωσαν, ῥινηλατοῦντες ἄνω καὶ κάτω οἷς τραφήσονται. ἀλλ᾿ ἐκείνη πρὸς τοσοῦτον ἄγρας παρελθοῦσα θέατρον, πάντας μὲν ὁμοῦ σαγηνεύειν οὐκ εἶχε. καὶ μάλα ἐθέλουσα· δύο δ᾿ οὖν ὅμως συλλαβοῦσα κατεθοινήσατο. Οἱ δ᾿ ἕτεροι πάντες ὤιχοντο φεύγοντές τε ἅμα καὶ θαυμάζοντες, ὅπως ἀπηνεστέρα γέγονεν, ἀφ᾿ οὗ τὸ μοναδικὸν περιέθετο σχῆμα.