BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

76b.

Ἄλλως.

(C. 167 et p. 355. F. 37.)

 

Βάτραχοι λυπούμενοι ἐπὶ τῆι αὑτῶν ἀναρχίαι, πρέσβεις ἔπεμψαν, ἱκετεύοντες τὸν Δία, ὅπως αὐτοῖς βα[38]σιλέα παρασχηι. Ὁ δὲ συνιδὼν αὐτῶν τὴν εὐήθειαν, ξύλον ἔπηξε μέσον τῆς λίμνης. Συστελλόμενοι δὲ τῶι φόβωι οἱ βάτραχοι, εἰς τὰ βάθη ἑαυτοὺς κατέδυον. Χρόνου δὲ πολλοῦ παρωιχηκότος, ὡς ἑώρων τὸ ξύλον ἀκίνητον, ἀπεβάλοντο τὸν φόβον, καὶ τοσοῦτον κατεφρόνησον αὐτοῦ, ὥστε ἐπιβαίνειν καὶ ἐπικαθέζεσθαι τούτωι. Μὴ ἀξιοῦντες δὲ αὐτὸν ἔχειν βασιλέα, ἐκ δευτέρου ἦλθον πρὸς τὸν Δία, καὶ παρεκάλουν ἀλλάξαι αὐτόν. Τότε δ᾿ ἔδωκεν αὐτοῖς βασιλέα ἔγχελυν. Ἰδόντες δὲ αὐτοῦ τὴν εὐήθειαν, οὐκ ἀπεδέξαντο αὐτόν. Ἦλθον οὖν ἐκ τρίτου πρὸς τὸν Δία, ὅπως καὶ τοῦτον ἀλλάξηι. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ᾿ αὐτῶν, ὕδραν ἔπεμψεν, ἥτις ἕνα καθ᾿ ἕνα τῶν βατράχων ἤσθιεν.

Ὁ μῦθος δηλοῖ, ὅτι ἄμεινόν ἐστι θεῶι πείθεσθαι, καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας καὶ ταραχοποιούς.