Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
61.Ἄνθρωπος καὶ Ἀλώπηξ.(F. 265. C. 163. B. 11.)
Ἁλώπεκά τις ἐχθρὰν ἔχων, ὡς βλάπτουσαν αὐτὸν κρατήσας, καὶ θέλων ἐπὶ πολὺ τιμωρήσασθαι, στυππεῖα ἐλαίωι βεβρεγμένα τῆι οὐρᾶι προσδήσας ὑφῆψε. Ταύτην δὲ δαίμων εἰς τὰς ἀρούρας τοῦ λαβόντος ὡδήγει· ἦν δὲ καιρὸς ἀμητοῦ. Ὁ δὲ ἠκολούθει θρηνῶν μηδὲν θερίσας.Ὅτι πρᾶιον εἶναι χρὴ, καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις τυγχάνει βλάβην γίνεσθαι μεγάλην τοῖς δυσοργήτοις. |