BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

58.

Ἀνὴρ φέναξ.

(S. 28. C. 18 et p. 289. F. 36.)

 

νὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ηὔξατο τοῖς θεοῖς ἑκατόμβην τελέσαι, εἰ περισώσειαν αὐτόν· οἱ δὲ ἀπόπειραν αὐτοῦ ποιήσασθαι βουλόμενοι, ῥαΐσαι τάχιστα αὐτὸν παρεσκεύασαν. Κἀκεῖνος ἐξαναστὰς ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει, στεατίνους ἑκατὸν πλάσας ἐπί τινος βωμοῦ κατέκαυσεν εἰπών· «ἀπέχετε τὴν εὐχὴν, ὦ δαίμονες.» Οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν μέρει ἀντιβουκολῆσαι, ὄναρ αὐτῶι ἔπεμψαν, παραινοῦντες ἐλθεῖν εἰς τὸν αἰγιαλόν· ἐκεῖ γὰρ εὑρήσειν ἀττικὰς χιλίας. Καὶ ὃς περιχαρὴς γενόμενος, δρομαῖος ἧκεν ἐπὶ τὴν ἠιόνα, ἔνθα δὴ ληισταῖς περιτυχὼν ἀπήχθη, καὶ ὑπ᾿ αὐτῶν πωλούμενος εὗρε δραχμὰς χιλίας.

Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον.