Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
32.Ἀλώπηξ καὶ Βάτος.(S. 19. C. 8 et p. 285. F. 8.)
Ἀλώπηξ φραγμὸν ἀναβαίνουσα, ἐπειδὴ ὀλισθαίνειν ἔμελλε, βάτου ἐπελάβετο. Ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς διατεθεῖσα, ἠιτιᾶτο αὐτὴν, εἴ γε καταφυγοῦσα ἐπ᾿ αὐτὴν ὡς ἐπὶ βοηθὸν χείρονι αὐτῆι ἐχρήσατο καὶ τοῦ προκειμένου. Καὶ ἡ βάτος ὑποτυχοῦσα εἶπεν· «ἀλλ᾿ ἐσφάλης τῶν φρενῶν, ὦ αὕτη, ἐμοῦ ἐπιλαβέσθαι βουληθεῖσα, ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα.»Οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι τούτοις ὡς βοηθοῖς προσφεύγουσιν, οἷς τὸ ἀδικεῖν μᾶλλόν ἐστιν ἔμφυτον. |